Έλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, Σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον. Τριὰς Ἁγία, δόξα Σοι.

Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν Χαρᾶς Εὐαγγέλια, Τῆς Ἀναστάσεως Χριστοῦ. Τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς Νυμφίον προερχόμενον.


Σάββατο 8 Οκτωβρίου 2011

ΚΑΘΕΛΚΟΜΕΝΟΝ ΛΟΓΕ ΕΝ ΤΩ ΣΤΑΥΡΩ




Καθελκόμενον Λόγε ἐν τῷ Σταυρῷ 
ὑπ' ἀνδρῶν παρανόμων γνώμῃ σκαιᾷ, 
ὁρῶσα ἡ Μήτηρ σου, 
τὴν ψυχὴν ἐτιτρώσκετο· 
καὶ κοπτομένη σπλάγχνα, ἐθρήνει κραυγάζουσα, 
καὶ συνοχῇ καρδίας, ἐβόα στενάζουσα· 



Οἴμοι τῇ τεκούσῃ, σὲ Υἱὲ καὶ Θεέ μου! 





















πῶς θέλων ὑπέμεινας, 
τοῦ προσώπου ῥαπίσματα, 
καὶ ἐμπτύσματα βέβηλα, 
ἄδικόν τε θάνατον νῦν, 
ἐπὶ ξύλου ἥλοις προσπηγνύμενος; 

Ὄντως ταῦτα πάσχεις, τοῦ σῶσαι τὸν ἄνθρωπον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου